Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.75 Joseph. AJ 1.80 (English) >>Joseph. AJ 1.85

1.78ἦν δʼ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδʼ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται. 1.79ἦν δʼ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου· 1.80

Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες. 1.81Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι. 1.82χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.75 Joseph. AJ 1.80 (English) >>Joseph. AJ 1.85

Powered by PhiloLogic